|
TLG 0056 001 :: THRASYBULI EPISTULA :: Epistula THRASYBULI EPISTULA Epist. Epistula Citation: (Line) | ||
| t | Περιάνδρῳ. | |
|---|---|---|
| 1 | Τῷ μὲν κήρυκί σευ οὐδὲν ὑπεκρινάμην, ἀγαγὼν δὲ αὐτὸν ἐς λήιον τοὺς ὑπερφυέας τῶν ἀσταχύων ῥάβδῳ παίων ἀπεθέριζον ὁμαρτέοντος ἐκείνου. καί σοι ἀναγ‐ γελέει εἰ ἐπέροιο ὅ τί μευ ἀκούσειεν ἢ ἴδοι. σὺ δὲ | |
| 5 | ποίει οὕτως, ἤν γ’ ἐθέλῃς καρτύνασθαι τὴν αἰσυμνη‐ τίην. τοὺς ἐξόχους τῶν πολιτέων ἐξαίρειν, ἤν τέ τις ἐχθρός τοι φαίνηται, ἤν τε μή· ὕποπτος γὰρ ἀνδρὶ | |
| αἰσυμνήτῃ καὶ τῶν τις ἑτάρων. | 787 | |